Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 29.43 | Dem. 29.47 (English) | >>Dem. 29.49 |
29.45οὐ γὰρ ἂν ἐδόκει τὸν μὲν υἱὸν ἐμὲ πένητα βούλεσθαι καταστῆσαι , τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπιθυμεῖν , ἀλλʼ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τὰς ἑβδομήκοντα μνᾶς καὶ Δημοφῶντι τὰ δύο τάλαντα , οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν , καρποῦσθαι δοῦναι . ταῦτα δὴ τὰ χρήματʼ οὐδαμοῦ παραδοὺς ἐφαίνετο , οὐδʼ ἐλάττω μικροῖς · ἀλλὰ τὰ μὲν ἀνηλωκέναι , τὰ δʼ οὐ λαβεῖν ἔφη , τὰ δʼ οὐκ εἰδέναι , τὰ δὲ τὸν δεῖνʼ ἔχειν , τὰ δʼ ἔνδον εἶναι , τὰ δὲ πάντα μᾶλλον ἢ ὅπου παρέδωκεν εἶχεν λέγειν .
περὶ δὲ τοῦ μὴ καταλειφθῆναι τὰ χρήματʼ ἔνδον , βούλομαι σαφῶς ὑμῖν ἐπιδεῖξαι ψευδόμενον . τοῦτον γὰρ τὸν λόγον καθεῖκεν , ἐπειδὴ τὰ χρήματα μὲν πολλὰ πέφηνεν ὄντα , οὐκ ἔχει δʼ ἐπιδεῖξαι ταῦθʼ ὡς ἀποδέδωκεν , ἵνʼ ἐξ εἰκότος οὐδὲν προσῆκον ἡμῖν φανῇ κομίζεσθαι τά γʼ ὄντα παρʼ ἡμῖν .
29.47εἰ μὲν τοίνυν ὁ πατὴρ ἠπίστει τούτοις , δῆλον ὅτι οὔτʼ ἂν τἄλλʼ ἐπέτρεπεν , οὔτʼ ἂν ἐκεῖνʼ οὕτω καταλείπων αὐτοῖς ἔφραζεν · ὥστε πόθεν ἴσασιν ; εἰ δʼ ἐπίστευεν , οὐκ ἂν δήπου τὰ μὲν πλεῖστʼ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν , τῶν δʼ οὐκ ἂν κυρίους ἐποίησεν . οὐδʼ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν παρέδωκεν , αὐτὴν δὲ ταύτην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκʼ ἠγγύησεν · οὐ γὰρ ἔχει λόγον , σῷσαι μὲν τὰ χρήματα διʼ ἐκείνης ζητεῖν , ἕνα δὲ τῶν ἀπιστουμένων ταύτης κἀκείνων κύριον ποιεῖν .
29.46
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 29.43 | Dem. 29.47 (English) | >>Dem. 29.49 |